Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.249 Joseph. AJ 19.254 (English) >>Joseph. AJ 19.260

19.252Οὐαλέριον δὲ Ἀσιατικὸν Μινουκιανὸς ἐκ τῶν Γαΐου σφαγέων ἀνεῖχε τοιούτων διανοιῶν. ἐγεγόνει δʼ ἂν φόνος οὔ τινος ἐλάσσων ἐπιχωρηθέντων τῶν ἐπιθυμούντων τῆς ἡγεμονίας, ὥστε ἀντιτάξασθαι Κλαυδίῳ, ἄλλως τε καὶ οἱ μονομάχοι, 19.253πλῆθος δʼ ἦν αὐτῶν ἀξιόλογον, καὶ τῶν στρατιωτῶν οἱ νυκτοφυλακοῦντες ἐπὶ τῆς πόλεως ἐρέται τε ὁπόσοι συνέρρεον εἰς τὸ στρατόπεδον, ὥστε τῶν μετιόντων τὴν ἀρχὴν οἱ μὲν φειδοῖ τῆς πόλεως, οἱ δὲ καὶ φόβῳ τῷ ὑπὲρ αὐτῶν ἀπέστησαν. 19.254

Ὑπὸ δὲ πρώτην ἀρχὴν τῆς ἡμέρας καὶ Χαιρέας καὶ οἱ σὺν αὐτῷ παρελθόντες ἐν ἐπιχειρήσει λόγων ἦσαν πρὸς τοὺς στρατιώτας. τῶν δὲ τὸ πλῆθος ὡς ὁρᾷ παύοντας αὐτοὺς ταῖς χερσὶ καὶ τοῦ εἰπεῖν οἵους τε ἄρχεσθαι, ἀνεθορύβησεν μὴ ἐφιέναι ὥστε εἰπεῖν διὰ τὸ ὡρμῆσθαι πάντας ἐπὶ τῷ μοναρχεῖσθαι, τὸν δὲ ἡγησόμενον ἐκάλουν ὡς οὐκ ἀνεξόμενοι τὰς τριβάς. 19.255τῇ συγκλήτῳ δὲ ἀπορία ἄρχειν τε καὶ ὃν ἀρχθεῖεν ἂν τρόπον οὔτε δεχομένων αὐτοὺς τῶν στρατιωτῶν καὶ τῶν Γαΐου σφαγέων συγχωρεῖν τοῖς στρατιώταις οὐκ ἐφιέντων. 19.256ἐν τοιούτοις δὲ ὄντων Χαιρέας τὴν ὀργὴν οὐκ ἀνασχόμενος πρὸς τὴν αἴτησιν τοῦ αὐτοκράτορος δώσειν ἐπηγγέλλετο στρατηγόν, εἴ τις αὐτῷ σημεῖον παρὰ Εὐτύχου κομίσειεν. 19.257ἦν δὲ Εὔτυχος οὗτος ἡνίοχος τοῦ καλουμένου πρασίνου περισπούδαστος Γαΐῳ, καὶ περὶ τὰς οἰκοδομὰς τῶν στάσεων τοῦ περὶ ἐκεῖνον ἱππικοῦ τὸ στρατιωτικὸν ἐτρίβετο ἀτίμοις ἐργασίαις ἐπικείμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.249 Joseph. AJ 19.254 (English) >>Joseph. AJ 19.260

Powered by PhiloLogic